Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.147 Joseph. AJ 11.152 (English) >>Joseph. AJ 11.157

11.150οἱ δὲ ποιήσειν μὲν τοῦτο πάντες ἐξεβόησαν, τὸ δὲ πλῆθος εἶναι πολύ, καὶ τὴν ὥραν τοῦ ἔτους χειμέριον, καὶ τὸ ἔργον οὐ μιᾶς οὐδὲ δευτέρας ἡμέρας ὑπάρχειν. ἀλλʼ οἵ τε ἡγεμόνες τούτοις καὶ οἱ συνοικοῦντες ταῖς ἀλλοφύλοις παραγενέσθωσαν λαβόντες χρόνον καὶ πρεσβυτέρους ἐξ οὗ ἂν θελήσωσιν 11.151τόπου τοὺς συνεπισκεψομένους τὸ τῶν γεγαμηκότων πλῆθος.” καὶ ταῦτα δόξαν αὐτοῖς ἀρξάμενοι τῇ νουμηνίᾳ τοῦ δεκάτου μηνὸς ἀναζητεῖν τοὺς συνοικοῦντας ταῖς ἀλλοεθνέσιν εὗρον ἕως τῆς τοῦ μηνὸς τοῦ ἐχομένου νουμηνίας ποιησάμενοι τὴν ἔρευναν πολλοὺς ἔκ τε τῶν Ἰησοῦ ἐκγόνων τοῦ ἀρχιερέως καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ τῶν Ἰσραηλιτῶν, 11.152οἳ καὶ τὰς γυναῖκας καὶ τὰ ἐξ αὐτῶν γεγενημένα τῆς τῶν νόμων φυλακῆς τῶν πρὸς αὐτὰ φίλτρων ποιούμενοι πλείονα λόγον εὐθὺς ἐξέβαλον καὶ θυσίας ἐξευμενίζοντες τὸν θεὸν ἐπήνεγκαν κριοὺς καταθύσαντες αὐτῷ. τὰ δὲ ὀνόματα αὐτῶν λέγειν οὐκ ἔδοξεν ἡμῖν ἀναγκαῖον εἶναι. 11.153τὸ μὲν οὖν ἁμάρτημα τὸ περὶ τοὺς γάμους τῶν προειρημένων οὕτως ἐπανορθώσας Ἔζδρας ἐκαθάρισεν τὴν περὶ ταῦτα συνήθειαν, ὥστʼ αὐτὴν τοῦ λοιποῦ μόνιμον εἶναι. 11.154

Τῷ δʼ ἑβδόμῳ μηνὶ τὴν σκηνοπηγίαν ἑορτάζοντες καὶ σχεδὸν ἅπαντος τοῦ λαοῦ συνεληλυθότος ἐπʼ αὐτήν, ἀνελθόντες εἰς τὸ ἀνειμένον τοῦ ναοῦ πρὸς τὴν πύλην τὴν ἐπὶ τὴν ἀνατολὴν ἀποβλέπουσαν ἐδεήθησαν τοῦ Ἔζδρα τοὺς νόμους αὐτοῖς ἀναγνῶναι τοὺς Μωυσέως.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.147 Joseph. AJ 11.152 (English) >>Joseph. AJ 11.157

Powered by PhiloLogic